1.

περὶ ὅλου καὶ μέρους.
[9.331] Ἡ περὶ τοῦ ὅλου σκέψις ἀναγκαία ἐστὶ τοῖς μὲν φυσικοῖς, ἐπεὶ ἄτοπον καθέστηκε τούτους περὶ τοῦ ὅλου καὶ τοῦ παντὸς ἐπαγγελλομένους τὸ ἀληθὲς ἐρεῖν μὴ εἰδέναι τί ποτέ ἐστι τὸ ὅλον καὶ τίνα τὰ μέρη, τοῖς δὲ σκεπτικοῖς πρὸς ἔλεγχον τῆς τῶν δογματικῶν προπετείας.