1.

[9.332] καὶ δὴ οἱ μὲν ἀπὸ τῆς Στοᾶς φιλόσοφοι (
SVF fr. II 524 (ed).
) διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν˙ ὅλον μὲν γὰρ εἶναι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεν κενόν, καὶ διὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι (πεπέρασται γὰρ ὁ κόσμος), τὸ δὲ πᾶν ἄπειρον (τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν).