1.

[9.333] ὁ δὲ Ἐπίκουρος ἀδιαφόρως τήν τε τῶν σωμάτων καὶ τὴν τοῦ κενοῦ φύσιν ὅλον τε καὶ πᾶν προσαγορεύειν εἴωθεν˙ ὁτὲ μὲν γάρ φησιν (
Epicurea fr. 75 Us. (ed).
), ὅτι ἡ τῶν ὅλων φύσις σώματά ἐστι καὶ κενόν, ὁτὲ δέ, ὅτι τὸ πᾶν κατ' ἀμφότερα ἄπειρόν ἐστι, κατά τε σώματα καὶ τὸ κενόν, τουτέστι κατά τε τὸ πλῆθος τῶν σωμάτων καὶ κατὰ τὸ μέγεθος τοῦ κενοῦ, ἀντιπαρηκουσῶν ἀλλήλαις τῶν καθ' ἑκάτερον ἀπειριῶν.