1.

[9.337] ὁ δὲ Αἰνησίδημος κατὰ Ἡράκλειτον (Cfr. PH I 210) καὶ ἕτερόν φησι τὸ μέρος τοῦ ὅλου καὶ ταὐτόν˙ ἡ γὰρ οὐσία καὶ ὅλη ἐστὶ καὶ μέρος, ὅλη μὲν κατὰ τὸν κόσμον, μέρος δὲ κατὰ τὴν τοῦδε τοῦ ζῴου φύσιν. τὸ δὲ μόριον καὶ αὐτὸ λέγεται διχῶς, καὶ ὁτὲ μὲν ὡς διαφέρον τοῦ ἰδίως νοουμένου μέρους, καθά φασιν αὐτὸ μέρος μέρους εἶναι, καθάπερ δάκτυλον μὲν τῆς χειρός, οὖς δὲ τῆς κεφαλῆς, ὁτὲ δ' ὡς μὴ διαφέρον ἀλλὰ μέρος ὂν τοῦ ὅλου, καθό τινές φασι κοινῶς μέρος εἶναι τὸ συμπληρωτικὸν τοῦ ὅλου.