1.

[9.338] (§§ 338-339 Cfr. M I 134; §§ 338-349 Cfr. PH III 98-101) προδιηρθρωμένων δὲ τούτων, καὶ τοῦ ὅλου κατὰ τὴν ἐκ τῶν μερῶν συμπλήρωσιν νοουμένου, χωρῶμεν λοιπὸν ἐπὶ τὴν σκέψιν.
Εἴπερ οὖν ἔστι τι ὅλον, οἷον ἄνθρωπος ἵππος φυτὸν ναῦς (ταῦτα γὰρ ὅλων ὀνόματα), ἤτοι ἕτερόν ἐστι τῶν μερῶν αὐτοῦ καὶ κατ' ἰδίαν ὑπόστασιν καὶ οὐσίαν νοεῖται, ἢ τὸ ἄθροισμα τῶν μερῶν λέγεται τυγχάνειν ὅλον.