1.

[9.339] ἀλλ' ἕτερον 〈μὲν〉 τῶν μερῶν οὐκ ἂν εἴη τὸ ὅλον, οὔτε κατ' ἐνάργειαν οὔτε κατὰ νόησιν. καὶ κατ' ἐνάργειαν μέν, ἐπεὶ εἴπερ ἕτερον ἦν 〈καὶ〉 κεχωρισμένον τῶν μερῶν τὸ ὅλον, ἐχρῆν ἀναιρουμένων τῶν μερῶν ὑπομένον θεωρεῖσθαι τὸ ὅλον˙ τοσοῦτον δὲ ἀπέχει τοῦ πάντων τῶν μερῶν ἀναιρουμένων, οἷον τοῦ ἀνδριάντος, μένειν τὸ ὅλον, ὡς κἂν ἓν μόνον μέρος ἀναιρεθῇ, μηκέτι θεωρεῖσθαι τὸ ὅλον ὑποκείμενον ὡς ὅλον.