1.

[9.340] κατὰ δὲ νόησιν, ὅτι ὅλον νοεῖται οὗ οὐδὲν ἄπεστι μέρος. καὶ διὰ τοῦτο, εἰ ἕτερόν ἐστι τῶν μερῶν τὸ ὅλον, πάντ' ἔσται ἀπόντα τὰ μέρη τοῦ ὅλου, καὶ οὕτως οὐκέτι ἔσται τὸ ὅλον. ἄλλως τε˙ τὸ ὅλον τῶν πρός τι ἐστίν˙ ὡς γὰρ πρὸς τὰ μέρη νοεῖται ὅλον, καὶ ὃν τρόπον τὸ μέρος τινός ἐστι μέρος, οὕτω καὶ τὸ ὅλον ἔκ τινων μερῶν ἐστὶν ὅλον. τὰ δὲ πρός τι συνυπάρχειν ἀλλήλοις δεῖ καὶ ἀχώριστα τυγχάνειν ἀλλήλων. οὐκ ἄρα ἕτερόν ἐστι τῶν μερῶν τὸ ὅλον, οὐδὲ κεχώρισται αὐτῶν.