1.

[9.341] λείπεται ἄρα λέγειν τὰ μέρη εἶναι τὸ ὅλον. ἀλλ' εἰ τὰ μέρη ἐστὶν ὅλον, ἤτοι πάντα τὰ μέρη ἐστὶν ὅλον ἢ τινὰ τῶν μερῶν ἢ τὶ τούτων. καὶ τὶ μὲν τῶν μερῶν οὐκ ἂν εἴη ὅλον˙ οὐ γὰρ δή γε ἡ κεφαλὴ τἀνθρώπου ὅλος ἐστὶν ἄνθρωπος, οὐδὲ ὁ τράχηλος ἢ ἡ χεὶρ ἢ ἄλλο τι τῶν τοιούτων.