1.

[9.342] καὶ μὴν οὐδὲ τινὰ τῶν μερῶν ἔσται τὸ ὅλον. πρῶτον μὲν γὰρ εἴ τινα τῶν μερῶν ὅλον ἐστί, τὰ λειπόμενα οὐκ ἔσται τοῦ ὅλου μέρη, ὅπερ ἄτοπον. εἶτα καὶ περιτραπήσεται ἡ νόησις τοῦ ὅλου. εἰ γάρ τινα τῶν μερῶν ὅλον ἐστί, ψεῦδός ἐστι τὸ ὅτι ὅλον ἐστὶν οὗ μηδὲν ἄπεστι τῶν μερῶν (Cfr. § 340)˙ τινὰ γὰρ ἄπεστιν. ὥστε οὔτε τὶ μέρος ὅλον ἐστὶν οὔτε τινὰ μέρη.