1.

[9.343] (§§ 343-346 Cfr. M I 135-137) εἰ δὲ πάντα τὰ μέρη τὸ ὅλον ἐστίν, καὶ οὐδέν ἐστι τὸ ὅλον εἰ μὴ τὸ ἄθροισμα τῶν μερῶν, οὔτε ἔσται ὅλον οὔτε τὰ μέρη γενήσεται μέρη. ὡς γὰρ οὐδὲν ἔστι διάστημα παρὰ τὰ διεστηκότα, οὐδὲ δόκωσις παρὰ τάς πως διακειμένας δοκούς, οὐδὲ πυγμὴ παρὰ τήν πως ἐσχηματισμένην χεῖρα, οὕτως εἰ οὐδὲν ἔσται ὅλον παρὰ τὸ ἄθροισμα τῶν μερῶν, οὐδὲ τὰ μέρη γενήσεται μέρη.