1.

[9.345] ἔστω δὲ καὶ πάντα τὰ μέρη ὅλον εἶναι, ἀλλὰ ζητητέον τε τίνος ἔσται ταῦτα συμπληρωτικά, ὅλου, ἀλλήλων ἢ ἑαυτῶν; οὔτε δὲ τοῦ ὅλου ἐστὶ μέρη οὔτε ἀλλήλων οὔτε ἑαυτῶν, ὡς παραστήσομεν˙ οὐκ ἄρα τινός ἐστι μέρη. ὅλου μὲν οὖν οὐκ ἂν εἴη μέρη˙ τὸ γὰρ ὅλον οὐδέν ἐστι παρὰ ταῦτα, ἀλλ' αὐτὰ ταῦτα λέγεται εἶναι ὅλον.