1.

[9.346] οὐδὲ μὴν ἀλλήλων γενήσεται μέρη. τὰ γάρ τινος μέρη ἐμπεριέχεται τοῖς ὧν ἐστι μέρη, οἷον ἀνθρώπῳ μὲν ἡ χείρ, χειρὶ δὲ ὁ δάκτυλος, τὰ δὲ μέρη τοῦ ἀνθρώπου κατ' ἰδίαν ὑφέστηκε καὶ οὐκ ἐμπεριέχεται ἀλλήλοις˙ οὔτε γὰρ ἡ ἀριστερὰ χεὶρ τὴν δεξιὰν συμπληροῖ οὔτε ἡ δεξιὰ τὴν ἀριστεράν, οὐχ ὁ ἀντίχειρ τὸν λιχανόν, οὐχ αἱ χεῖρες τὴν κεφαλήν, ἀλλ' ἴδιον τόπον ἕκαστον τούτων ἀπείληφεν.