1.

[9.347] οὐδὲ ἀλλήλων οὖν μέρη ἐστὶ τὰ μέρη. καὶ μὴν οὐδὲ ἑαυτῶν˙ ἀμήχανον γὰρ ἑαυτοῦ τι μέρος ὑπάρχειν. εἰ οὖν μήτε ἕτερόν ἐστι τῶν μερῶν τὸ ὅλον μήτε αὐτὰ τὰ μέρη ἐστὶν ὅλον, οὐδέν ἐστι τὸ ὅλον.