1.

[9.348] καὶ πάλιν τὸ μέρος, οἷον ἡ κεφαλή, λέγεται τὸν ὅλον ἄνθρωπον συμπληροῦν καὶ ἀνθρώπου μέρος εἶναι˙ θεωρεῖται δέ γε ὁ ἄνθρωπος σὺν τῇ κεφαλῇ ἄνθρωπος˙ καὶ ἑαυτὴν ἄρα συμπληροῖ ἡ κεφαλή, καὶ ἑαυτῆς γίνεται μέρος. διὰ δὲ τοῦτο καὶ μείζων ἐστὶν ἑαυτῆς καὶ ἐλάσσων˙ ᾗ μὲν γὰρ συμπεπληρωμένη νοεῖται ὑφ' ἑαυτῆς, μείζων ἐστὶν αὑτῆς, ᾗ δὲ συμπληροῦσα, ἐλάττων.