1.

[9.349] ἡ δὲ αὐτὴ ἀπορία καὶ ἐπὶ φυτοῦ καὶ ἐπὶ πήχεως καὶ κοινῶς τῶν ἄλλων ἁπάντων ὧν ἐπικατηγορεῖται τὸ ὅλον˙ ἐπεὶ γὰρ ὁ παλαιστὴς μέρος πήχεως νοεῖται (Cfr. § 321) (σὺν γὰρ τῷ παλαιστῇ καὶ ὁ πῆχυς νοεῖται πῆχυς), καὶ ἑαυτοῦ συμπληρωτικός ἐστιν ὁ παλαιστὴς καὶ μέρος ἑαυτοῦ. ὅπερ ἄτοπον καὶ σχεδὸν παρὰ τὰς κοινὰς ἐννοίας.