1.

[9.350] (§§ 350-351 Cfr. M I 139-140) Ἅπτεται δὲ ἡ ἀπορία καὶ τῶν τοῦ λόγου μερῶν. ἐπὶ γὰρ τοῦ τοιούτου στίχου (
Hom. Il. I 1
),
‘μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος,’
ζητητέον τὸ ῾῾μῆνιν᾽᾽ καὶ τὸ ῾῾ἄειδε᾽᾽ καὶ τὸ ῾῾θεά᾽᾽ καὶ τὸ ῾῾Πηληιάδεω᾽᾽ καὶ πρὸς τούτοις τὸ ῾῾Ἀχιλῆος᾽᾽, τίνος ἐστὶ μέρη. ἤτοι γὰρ ὅλος ὁ στίχος ἄλλο τί ἐστι τῶν μερῶν τούτων, ἢ τὸ ἄθροισμα αὐτῶν ὁ στίχος ἐστίν. καὶ ἐπακτέον τὰς ἐκκειμένας ἀπορίας. τὸ ῾῾μῆνιν᾽᾽ εἰ μὲν τοῦ ὅλου στίχου μέρος ἐστί, καὶ ἑαυτοῦ γενήσεται μέρος˙ σὺν αὐτῷ γὰρ ἐνοεῖτο καὶ ὅλος ὁ στίχος˙