1.

[9.351] εἰ δὲ τοῦ λοιποῦ τοῦ ῾῾ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος᾽᾽, πῶς οὐ μείζων ἀνακύψει ἀπορία; τὸ γάρ τινος μέρος ἐμπεριέχεται τῷ οὗ ἐστι μέρος, τὸ δὲ ῾῾μῆνιν᾽᾽ οὐκ ἐμπεριέχεται τῷ ῾῾ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος᾽᾽˙ οὐκ ἄρα μέρος ἐστὶ τὸ ῾῾μῆνιν᾽᾽ τοῦ ὅλου στίχου.