1.

[9.352] Τοιούτων δὲ ἠπορημένων κατὰ τὸν τόπον (
SVF fr. II 80 (ed).
) εἰώθασιν οἱ δογματικοί, μικρὰν ἀναπνοὴν πορίζοντες αὑτοῖς, λέγειν, ὅτι τὸ μὲν ἐκτὸς ὑποκείμενον καὶ αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἡμεῖς δέ ἐσμεν οἱ ἐκείνου τό τε ὅλον καὶ τὸ μέρος ἐπικατηγοροῦντες.