1.

[9.353] ἦν γὰρ τὸ ὅλον τῶν πρός τι (Cfr. § 340)˙ ὡς γὰρ πρὸς τὰ μέρη ἐνοεῖτο [τὸ] ὅλον. καὶ πάλιν τὰ μέρη τῶν πρός τι˙ ὡς γὰρ πρὸς τὸ ὅλον νοεῖται μέρη. τὰ δὲ πρός τι ἐν συμμνημονεύσει ἐστὶν ἡμετέρᾳ, ἡ δὲ ἡμετέρα συμμνημόνευσίς ἐστιν ἐν ἡμῖν (Cfr. M VII 279 et I 129)˙ τὸ οὖν ὅλον καὶ τὸ μέρος ἐστὶν ἐν ἡμῖν. τὸ δὲ ἐκτὸς ὑποκείμενον αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἀλλὰ πρᾶγμα οὗ ἡμεῖς ἐπικατηγοροῦμεν τὴν ἡμῶν αὐτῶν συμμνημόνευσιν.