1.

[9.354] ῥητέον δὲ πρὸς αὐτοὺς πρῶτον μέν, ὅτι ἄτοπόν ἐστι τὸ λέγειν τὸν τράχηλον ἢ τὴν κεφαλὴν μὴ τοῦ ἐκτὸς ἀνθρώπου συμπληρωτικὰ εἶναι μέρη, ἀλλὰ τῆς ἡμετέρας συμμνημονεύσεως. εἰ δὲ ἡ κεφαλὴ καὶ ὁ τράχηλος συμπληρωτικά ἐστι τοῦ ἀνθρώπου καὶ ὁ τράχηλός ἐστιν ἐν ἡμῖν, δεήσει τὸν ἄνθρωπον εἶναι ἐν ἡμῖν. ὅπερ ἄτοπον. οὐ τοίνυν ἐν τῇ ἡμετέρᾳ συμμνημονεύσει τό τε ὅλον καὶ τὰ μέρη κεῖται.