1.

[9.355] ναί, φήσει τις, ἀλλ' ὁ μὲν ὅλος ἄνθρωπός ἐστιν ἐν ἡμῖν κατὰ συμμνημόνευσιν, συμπληροῦται δὲ οὐχ ὑπὸ τοῦ ἐκτὸς τραχήλου καὶ τῆς ἐκτὸς κεφαλῆς, ἀλλὰ πάλιν ἐκ τῶν κατὰ ταῦτα τὰ μέρη ἐννοιῶν˙ καὶ γὰρ αὐτὸς 〈ὁ〉 ὅλος ἄνθρωπος ἐννόημά ἐστιν ἡμῶν.