1.

[9.356] ὁ δὲ τοῦτο λέγων οὐκ ἐκφεύγει τὴν ἀπορίαν. πάλιν γὰρ οὗτος ὁ ἐν ἡμῖν ἄνθρωπος, εἴτε ἐννόημά ἐστιν εἴτε καὶ ἡμετέρα συμμνημόνευσις, ἤτοι ἕτερος νοεῖται παρὰ τὰ μέρη ἢ τὰ μέρη νοεῖται ὁ ἄνθρωπος. οὐδέτερον δὲ τούτων δύναται ὑπάρχειν, ὡς παρεστήσαμεν. καὶ αὐτὴ οὖν ἡ νόησις ὑπὸ τὴν αὐτὴν πέπτωκεν ἀπορίαν.