1.

[9.365] (§ 365 Cfr. PH III 37) τοιαύτης δὲ οὔσης τῆς κατὰ γένος καὶ κατ' εἶδος τῶν φυσικῶν διαστάσεως, ἐνέσται πρὸς πάντας κοινῶς ἀντερεῖν, ἐν μέρει περί τε τῶν σωμάτων καὶ τῶν ἀσωμάτων διαπορήσαντας˙ ὧδε γὰρ ἕκαστος τῶν κατηριθμημένων σωματικὰς μὲν ἀπολείπων τὰς πάντων ἀρχὰς ταῖς κατὰ τοῦ σώματος κομιζομέναις ἀπορίαις ὑποπεσεῖται (Cfr. § 366 sqq.), ἀσωμάτους δὲ δογματίζων ταῖς κατὰ τῶν ἀσωμάτων (Cfr. M X ).