1.

[9.366] (§ 366 Cfr. PH III 38) ἡγείσθω δὲ ὁ περὶ τοῦ σώματος λόγος, τὴν ἀρχὴν τῆς σκέψεως λαμβάνων ἀπὸ τῆς ἐννοίας.
Εὐθέως τοίνυν κατὰ μὲν τοὺς σῶμα νοοῦντας τὸ οἷόν τε παθεῖν ἢ διαθεῖναι, ὧν ἀρχηγὸς ἱστορεῖται ὁ Πυθαγόρας, ἤδη σχεδὸν ἀνῃρήκαμεν τὸ σῶμα, καὶ οὐ δεόμεθα πρὸς τοῦτο καινοτέρων λόγων˙ εἰ γὰρ σῶμά ἐστι τὸ οἷόν τε παθεῖν ἢ ποιῆσαι, ἐπεὶ οὐδὲν ποιοῦν ἢ πάσχον δέδεικται ἡμῖν (Cfr. §§ 195-330), οὐδὲν ἂν εἴη τὸ ἐπινοούμενον σῶμα.