1.

[9.368] (§§ 368-370 Cfr. PH III 40 et M III 83-84 ) ταύτῃ μὲν τῇ ἐπινοίᾳ πολύ τι πλῆθος ἀποριῶν ἐξακολουθεῖν φαίνεται. ἤτοι γὰρ χωριστόν ἐστι τούτων τῶν τριῶν διαστάσεων τὸ σῶμα κατὰ τὴν ἐπίνοιαν, ὥστε ἄλλο μὲν εἶναι τὸ σῶμα, ἄλλο δὲ τὸ μῆκος καὶ βάθος καὶ πλάτος τοῦ σώματος, ἢ ἄθροισμα τούτων τῶν διαστάσεών ἐστι τὸ σῶμα.