1.

[9.369] ἀλλὰ χωριζόμενον μὲν τούτων τῶν διαστάσεων τὸ σῶμα οὐκ ἔνεστιν ἐπινοεῖν˙ ὅπου γὰρ μήτε μῆκός ἐστι μήτε πλάτος μήτε βάθος, ἐκεῖ οὐδὲ σῶμα νοεῖν οἷόν τε ἐστίν. εἰ δὲ ὁ ἀθροισμὸς τούτων σῶμα καθέστηκεν, ἐπεὶ ἕκαστον αὐτῶν ἀσώματόν ἐστι, τὸ δὲ ἐξ ἀσωμάτων συγκείμενον πάντως ἐστὶν ἀσώματον, δεήσει καὶ τὴν κοινὴν αὐτῶν σύνοδον μὴ σῶμα ἀλλ' ἀσώματον ὑπάρχειν˙