1.

[9.370] ὡς γὰρ ἡ συνέλευσις τῶν γραμμῶν ἀσωμάτων οὐσῶν καὶ ὁ ἀθροισμὸς τῶν στιγμῶν οὐδέποτε πέφυκε στερεὸν ποιεῖν σῶμα καὶ ἀντίτυπον, οὕτω καὶ ἡ τοῦ μήκους καὶ τοῦ βάθους καὶ τοῦ πλάτους σύνοδος, ἀσωμάτων οὖσα σύνοδος, οὐκ ἀποτελεῖ σῶμα. εἰ δὲ μήτε τούτων χωρίς ἐστί τι σῶμα μήτε ταῦτά ἐστι σῶμα, οὐδέν ἐστι σῶμα.