1.

[9.371] (§§ 371-375 Cfr. M III 85-91) καὶ ἄλλως˙ ἐπείπερ ἡ σύνοδος τοῦ μήκους καὶ πλάτους καὶ βάθους ποιεῖ σῶμα, ἤτοι πρὶν τῆς συνόδου τούτων ἕκαστον ἰδίᾳ περιεῖχε τὴν σωματότητα καὶ τοὺς ὥσπερ λόγους τοῦ σώματος, ἢ μετὰ τὴν συνέλευσιν αὐτῶν ἐπισυνέβη τὸ σῶμα. καὶ εἰ μὲν ἕκαστον αὐτῶν πρὶν τῆς συνόδου περιεῖχε τὴν σωματότητα, ἔσται ἕκαστον σῶμα˙