1.

[9.372] εἶτ' ἐπεὶ τὸ σῶμα οὐ μῆκος μόνον ἐστὶν οὐδὲ πλάτος οὐδὲ βάθος, ἀλλὰ καὶ μῆκος καὶ βάθος καὶ πλάτος, ἕκαστον τούτων ἔχον τὴν σωματότητα τρία γενήσεται, καὶ οὕτω τὸ μῆκος οὐ μόνον μῆκος ἔσται, ἀλλὰ καὶ πλάτος καὶ βάθος, καὶ τὸ πλάτος οὐχ ἁπλῶς πλάτος, ἀλλὰ καὶ μῆκος καὶ βάθος, ὡσαύτως δὲ καὶ ἡ λειπομένη διάστασις.