1.

[9.374] εἰ δὲ μεταβάλλει εἰς τὸ σῶμα, ἐπεὶ τὸ ἐπιδεχόμενον μεταβολήν ἐστι σῶμα, ἕκαστον τούτων καὶ πρὶν τῆς συνελεύσεως σῶμα ὄν, πρὶν σώματος ἀποτελέσει σῶμα. ὥσπερ τε τὸ μεταβάλλον σῶμα ἄλλην μὲν ἀντ' ἄλλης παραδέχεται ποιότητα, μένει δὲ σῶμα, οἷον τὸ λευκόν, ἵνα γένηται μέλαν, καὶ τὸ γλυκύ, ἵνα γένηται πικρόν, ἣν μὲν ἀποβάλλει ποιότητα ἣν δὲ ἀναδέχεται, μὴ ἐκβαῖνον τοῦ σῶμα εἶναι, οὕτω καὶ ταῦτα, εἴπερ μεταβάλλει εἰς σῶμα, ἄλλην ἀντ' ἄλλης ἀναδέξεται ποιότητα˙ τοῦτο δὲ πάσχοντα ἔσται σώματα.