1.

[9.375] εἰ οὖν οὔτε πρὸ τῆς συνελεύσεως τούτων ἔστι τὸ νοούμενον σῶμα οὔτε μετὰ τὴν συνέλευσιν αὐτῶν, οὐκ ἔστιν ἐπινοῆσαι τὸ σῶμα.
Πρὸς τούτοις˙ εἰ μηδέν ἐστι μῆκος μηδὲ πλάτος μηδὲ βάθος, οὐδὲ τὸ κατὰ μετουσίαν τούτων νοούμενον σῶμα γενήσεται˙ οὐδὲν δέ ἐστι μῆκος καὶ πλάτος καὶ βάθος, ὡς παραστήσομεν˙ οὐκ ἄρα ἔστι σῶμα.