1.

[9.376] (§ 376 Cfr. M III 20) μῆκος μὲν γὰρ οὐκ ἔστιν, ἐπεὶ τὸ μέγιστον ἦν τοῦτο τοῦ σώματος διάστημα, ὅπερ λέγεται παρὰ τοῖς μαθηματικοῖς γραμμή, ἡ δὲ γραμμὴ ἦν στιγμὴ ἐρρυηκυῖα, καὶ ἡ στιγμὴ σημεῖον ἀμερὲς καὶ ἀδιάστατον. ὅθεν εἰ μηδὲν ἔστι σημεῖον ἀμερὲς καὶ ἀδιάστατον, οὐδὲ γραμμὴ γενήσεται, μὴ οὔσης δὲ γραμμῆς οὐδὲ μῆκος ἔσται, μήκους δὲ μὴ ὄντος οὐδὲ σῶμα ὑποστήσεται˙ σὺν μήκει γὰρ σῶμα νοεῖται.