1.

[9.377] (§§ 377-378 Cfr. M III 22) ὅτι δὲ οὐδέν ἐστι σημεῖον ἀμερὲς καὶ ἀδιάστατον, ἐντεῦθεν μάθωμεν. εἰ γάρ ἐστί τι τοιοῦτον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. καὶ σῶμα μὲν οὔκ ἐστιν, ἐπεὶ διαστατὸν ἂν ὑπῆρχε, τοῦ σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις. καὶ μὴν οὐδὲ ἀσώματον.