1.

[9.378] εἰ γὰρ ἀσώματόν ἐστιν, οὐδὲν γενήσεται ἐξ αὐτοῦ˙ τὸ γὰρ γεννῶν κατὰ θίξιν γεννᾷ, θίξις δὲ οὐδεμία γενέσθαι δύναται ἐπὶ ἀσωμάτου φύσεως. τοίνυν οὐδὲ ἀσώματόν ἐστι τὸ σημεῖον. εἰ δὲ μήτε σῶμα μήτε ἀσώματον, ἀνεπινόητόν ἐστι τὸ σημεῖον.