1.

[9.381] ἀλλ' εἰ μὲν ἓν ἐκτεταμένον σημεῖόν ἐστιν, οὐκ ἂν εἴη γραμμή. ἤτοι γὰρ τὸν αὐτὸν ἐπέχει τόπον τοῦτο τὸ σημεῖον, ἢ τόπον ἐκ τόπου μετατίθεται. καὶ εἰ μὲν τὸν αὐτὸν ἐπέχει τόπον τοῦτο τὸ σημεῖον, οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή˙ ῥυὲν γὰρ ἐνοεῖτο γραμμή.