1.

[9.383] οὔτε δὲ ὃν μὲν ἀπολεῖπον τόπον, οὗ δὲ ἐπιλαμβανόμενον ποιήσει γραμμήν˙ μενεῖ γὰρ ἡ ἀρχῆθεν στιγμή, καὶ ᾧ λόγῳ τὸν πρῶτον ἐπεσχηκὸς τόπον ἐλέγετο στιγμὴ καὶ οὐ γραμμή, τῷ αὐτῷ καὶ τὸν δεύτερον ἐπειληφὸς καὶ τὸν τρίτον καὶ τοὺς ἑξῆς οὐκ ἔσται γραμμὴ ἀλλὰ πάλιν στιγμή.