1.

[9.385] εἰ δὲ μεριστῷ ἀντιπαρεκτείνεται τόπῳ, ἐπεὶ τὸ μεριστῷ ἀντιπαρεκτεινόμενον τόπῳ μεριστόν ἐστι καὶ ἔχει μέρη, τὸ δὲ ἔχον μέρη σῶμά ἐστιν, ἔσται τὸ σημεῖον μεριστόν τε καὶ σῶμα˙ ὅπερ οὐ βούλονται. τοίνυν οὐχ ἕν ἐστι σημεῖον ἡ γραμμή.