1.

[9.386] καὶ μὴν οὐδὲ πολλὰ στοιχηδὸν κείμενα. ταῦτα γὰρ τὰ σημεῖα ἤτοι ψαύει ἀλλήλων κατὰ τὴν ἐπίνοιαν, ἢ οὐχ ἅπτεται ἀλλήλων, μεσολαβούμενα δὲ τόποις τισὶ διορίζεται. εἰ δὲ τόποις μεσολαβεῖται, οὐκέτι μίαν ποιεῖ γραμμήν. εἰ δὲ ἅπτεται ἀλλήλων, ἤτοι ὅλα ὅλων ἅπτεται ἢ μέρεσι μερῶν.