1.

[9.387] καὶ εἰ μὲν μέρεσι μερῶν, οὐκέτι ἔσται ἀμερῆ˙ τὸ γὰρ μέσον, εἰ τύχοι, σημεῖον δυεῖν ἄλλων σημείων πλείονα ἕξει μέρη, ἓν μὲν ᾧ ἅπτεται τοῦ ἔμπροσθεν σημείου, ἕτερον δὲ ᾧ θιγγάνει τοῦ ὄπισθεν, τρίτον ᾧ τῆς ἐπιπέδου, τέταρτον ᾧ τοῦ ὑπερκειμένου μέρους, ὥστε μηκέτι αὐτὸ ἀμερὲς ὑπάρχειν, ἀλλὰ πολυμερές.