1.

[9.389] εἴπερ οὖν ἵνα ἐπινοηθῇ τὸ σῶμα, δεῖ ἐπινοηθῆναι τὸ μῆκος, ἵνα δὲ τὸ μῆκος, τὴν γραμμήν, καὶ ἵνα αὕτη, τὸ σημεῖον, ἐπεὶ δέδεικται ἡ γραμμὴ μήτε σημεῖον ὑπάρχουσα μήτε ἐκ σημείων σύνθετος, οὐδέν ἐστι γραμμή. εἰ δὲ μή ἐστι γραμμή, οὐδὲ μῆκος˙ ᾧ ἀκολουθεῖ τὸ μηδὲ σῶμά τι ὑπάρχειν.