1.

[9.392] καὶ μὴν οὐδ' ἐν τοῖς νοητοῖς ἔνεστί τι τοιοῦτο φαντασιωθῆναι μῆκος. ἕτερον μὲν γὰρ ἑτέρου στενώτερον μῆκος δυνάμεθα νοεῖν˙ ὅταν δὲ τὸ αὐτὸ φυλάττοντες μῆκος ἐκ τούτου κατ' ὀλίγον σχίζωμεν ταῖς ἐπινοίαις τὸ πλάτος καὶ τοῦτο ἄχρι τινὸς ποιῶμεν, ἔλαττον μὲν ἀεὶ καὶ ἔλαττον τὸ πλάτος γινόμενον νοοῦμεν, ὅταν δὲ φθάσωμεν ἅπαξ στερῆσαι τοῦ πλάτους τὸ μῆκος, οὐκέτι οὐδὲ τὸ μῆκος νοοῦμεν, ἀλλὰ σὺν τῇ ἄρσει τοῦ πλάτους αἴρεται καὶ ἡ τοῦ μήκους ἐπίνοια.