1.

[9.394] κατ' ἐμπέλασιν μὲν οὖν τῶν ἐναργῶν νοεῖται ὡς λευκὸν καὶ μέλαν καὶ γλυκὺ καὶ πικρόν˙ ταῦτα γὰρ καὶ εἰ αἰσθητά ἐστιν, ἀλλ' οὐδὲν ἧττον νοεῖται. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ὁμοιωτικῶς μὲν νοεῖται οἷον ἀπὸ [μὲν] τῆς Σωκράτους εἰκόνος ὁ μὴ παρὼν Σωκράτης,