1.

[9.395] συνθετικῶς δὲ οἷον ἀπὸ τοῦ ἀνθρώπου καὶ ἵππου ὁ μήτε ἄνθρωπος ὢν μήτε ἵππος, σύνθετος δὲ ἐξ ἀμφοτέρων Ἱπποκένταυρος, κατὰ δὲ ἀναλογίαν αὐξητικὴν ἢ μειωτικὴν οἷον ἀπὸ τοῦ ὁρᾶν τὸν κοινὸν κατὰ μέγεθος ἄνθρωπον καὶ ὑποπίπτοντα αὐξήσαντες μὲν ταῖς φαντασίαις ἐνοήσαμεν τὸν Κύκλωπα, ὃς οὐκ ἐῴκει (
Hom. Od.IX 191
)
‘ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι,’
μειώσαντες δὲ ἐσπάσαμεν ἔννοιαν τοῦ πυγμαίου ἀνθρώπου.