1.

[9.398] κατὰ δὲ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν πάλιν τῶν ἀμηχάνων ἐστὶ φαντασιωθῆναι μῆκος ἀπλατές, οὔτε κατὰ ὁμοιότητα˙ οὐδὲν γὰρ ἔχομεν ἐν τοῖς ἐναργέσι μῆκος χωρὶς πλάτους, ἵνα νοήσωμέν τι ὅμοιον τούτῳ ἀπλατὲς μῆκος. τὸ γάρ τινι ὅμοιον γινωσκομένῳ καὶ ἑωραμένῳ ὀφείλει ὅμοιον ὑπάρχειν˙ ἐπεὶ οὖν οὐδὲν ἔχομεν ἐναργὲς ὑποπίπτον μῆκος χωρὶς πλάτους, οὐδ' ὅμοιόν τι αὐτοῦ συνεῖναι δυνησόμεθα εἶναι μῆκος ἀπλατές.