1.

[9.400] καὶ μὴν οὐδὲ κατὰ ἀναλογίαν παρῆλθεν ἡ τοῦ ἀπλατοῦς μήκους νόησις. τὰ γὰρ κατὰ ἀναλογίαν νοούμενα ἔχει τι κοινὸν πρὸς τὰ ἀφ' ὧν νοεῖται, οἷον ἀπὸ τοῦ κοινοῦ μεγέθους ἀνθρώπου κατὰ παραύξησιν ἐνοήσαμεν τὸν Κύκλωπα καὶ ἀπὸ τοῦ αὐτοῦ πάλιν κατὰ μείωσιν τὸν πυγμαῖον˙