1.

[9.401] ὥστ' εἰ ἔστι 〈τι〉 κοινὸν τοῖς κατὰ ἀναλογίαν νοουμένοις πρὸς τὰ ἀφ' ὧν νοεῖται, οὐδὲν δὲ ἔχομεν κοινὸν τοῦ τε ἀπλατοῦς καὶ τοῦ σὺν πλάτει μήκους, ἵνα ἀπ' ἐκείνου ὁρμηθέντες νοήσωμεν τὸ ἀπλατὲς μῆκος, οὐδὲ κατὰ ἀναλογίαν οὖν νοεῖται τὸ τοιοῦτον.