1.

[9.403] (§§ 403-406 Cfr. M III 51-54) Ἀλλ' ἴσως τις ἐρεῖ, ὅτι λαβόντες τι μῆκος σὺν ποσῷ πλάτει κατ' ἐπίτασιν νοοῦμεν τὸ ἀπλατὲς μῆκος˙ εἰ γὰρ ἐκ τούτου κατ' ὀλίγον ἐλασσοῦται τὸ πλάτος, ἐλεύσεταί ποτε καὶ εἰς τὸ ἀπλατές, ὥστε καταλήγειν τὴν μείωσιν εἰς τὸ χωρὶς πλάτους μῆκος.