1.

[9.407] καθόλου τε, εἰ κατὰ στέρησιν πλάτους νοῆσαι δυνάμεθα μῆκος ἀπλατές, ἐπεὶ πάντα τὰ στερητικὰ οὐκ ἔστιν ἐν ὑποκειμένῳ, οὐδὲ τὸ ἀπλατὲς μῆκος˙ διὸ οὐδὲ γραμμή. ἵππος μὲν γάρ τι ἔστιν ἐν ὑποκειμένῳ, οὐχ ἵππος δ' οὐκ ἔστιν, καὶ ἄνθρωπος μὲν ἔστιν, οὐκ ἄνθρωπος δὲ οὐκ ἔστιν. τοίνυν εἰ ἔχομέν τι πλάτος ἤ τι μῆκος, ἐν ὑποκειμένῳ ἔσται˙ ἀπλατὲς δ' οὐχ ὑπάρξει.