1.

[9.411] καὶ ἐνδέξεται μετὰ ἀντιτύπου ἰδιώματος σῶμα νοήσαντας στερήσει τοῦ ἀντιτύπου ἰδιώματος λαβεῖν ἀναντίτυπον σῶμα. ὅπερ ἐστὶν ἀδύνατον˙ τὸ γὰρ ἄτρωτον νοούμενον οὐκ ἔστι σάρξ (σὺν τρωτῷ γὰρ ἰδιώματι ἐνοεῖτο 〈ἡ〉 σάρξ), καὶ ἀναντίτυπον οὐκ ἔστι σῶμα (σὺν γὰρ τῷ ἀντιτύπῳ ἰδιώματι ἐνοεῖτο τὸ σῶμα). τοίνυν καὶ τὸ νοούμενον χωρὶς πλάτους μῆκος οὐκ ἔστι μῆκος (σὺν ποσῷ γὰρ πλάτει νοεῖται τὸ μῆκος).