1.

[9.412] (§§ 412-413 Cfr. M III 57-59) Ἀλλ' ὅ γε Ἀριστοτέλης (
fr. 29 (ed).
) οὐκ ἀδιανόητον ἔλεγεν εἶναι τὸ παρὰ τοῖς γεωμέτραις ἀπλατὲς μῆκος (τό γέ τοι τοῦ τοίχου μῆκος, φησί, λαμβάνομεν χωρὶς τοῦ ἐπιβάλλειν τῷ πλάτει τοῦ τοίχου), πλανώμενος. ὅταν γὰρ τὸ τοῦ τοίχου μῆκος λαμβάνωμεν χωρὶς πλάτους, οὐ χωρὶς παντὸς πλάτους τοῦτο λαμβάνομεν, ἀλλὰ χωρὶς τοῦ περὶ τῷ τοίχῳ πλάτους. ἐνδέχεται γὰρ συγκαταπλέξαντας τὸ τοῦ τοίχου μῆκός τινι πλάτει καὶ οἱῳδήποτε οὖν νόησιν αὐτοῦ ποιεῖσθαι, ὥστε μῆκος λαμβάνεσθαι οὐ χωρὶς πλάτους, ἀλλὰ χωρὶς τοῦδέ τινος πλάτους.